Add parallel Print Page Options

22 Γίνεσθε δὲ ποιηταὶ λόγου καὶ μὴ [a]ἀκροαταὶ μόνον παραλογιζόμενοι ἑαυτούς. 23 ὅτι εἴ τις ἀκροατὴς λόγου ἐστὶν καὶ οὐ ποιητής, οὗτος ἔοικεν ἀνδρὶ κατανοοῦντι τὸ πρόσωπον τῆς γενέσεως αὐτοῦ ἐν ἐσόπτρῳ, 24 κατενόησεν γὰρ ἑαυτὸν καὶ ἀπελήλυθεν καὶ εὐθέως ἐπελάθετο ὁποῖος ἦν. 25 ὁ δὲ παρακύψας εἰς νόμον τέλειον τὸν τῆς ἐλευθερίας καὶ παραμείνας, [b]οὐκ ἀκροατὴς ἐπιλησμονῆς γενόμενος ἀλλὰ ποιητὴς ἔργου, οὗτος μακάριος ἐν τῇ ποιήσει αὐτοῦ ἔσται.

Read full chapter

Footnotes

  1. ΙΑΚΩΒΟΥ 1:22 ἀκροαταὶ μόνον WH Treg ] μόνον ἀκροαταὶ NIV RP
  2. ΙΑΚΩΒΟΥ 1:25 οὐκ WH Treg NIV] οὗτος οὐκ RP